Hebrews 12

يدعو عبرانيين 12 المؤمنين المتعبين إلى الجري ناظرين إلى يسوع، وفهم التأديب، وقبول الملكوت الذي لا يتزعزع بخوف مقدس.

فتح تفسير الإصحاح

عبرانيين 12 لم يُكتب للمتفرجين بل لمؤمنين يتهددهم التعب حتى التوقف. لذلك يبدأ في عبرانيين 12:1-3 بالجري وعيونهم على يسوع لا على إخلاصهم هم. ثم يفسر الأصحاح الألم. ففي عبرانيين 12:5-11 ليس التأديب علامة رفض، بل إحدى طرق تشكيل الآب لأولاده. لكن الأصحاح لا يقف عند التعزية فقط. ففي عبرانيين 12:14-17 تصير القداسة أمرًا عاجلًا ويقف عيسو كتحذير. ثم ينقل عبرانيين 12:18-29 القارئ من سيناء إلى صهيون وينتهي بالقول إن إلهنا نار آكلة. عبرانيين 12 مهم لأنه يسأل: هل تريد ثباتًا بلا تأديب وعبادة بلا خوف ورجاء بلا قداسة، أم أنت مستعد أن تقبل الملكوت الذي لا يتزعزع بشروط الله؟

How the chapter unfolds

يتحرك الأصحاح من الجري والعيون على يسوع إلى تأديب الآب ثم إلى إلحاح القداسة والمقابلة بين سيناء وصهيون.

Why this chapter matters

هو مهم لأنه يجمع الثبات والألم والبنوة والعبادة أمام الإله الذي ما زال يتكلم.

Interpretive tension to watch

لا تلطّفه إلى تشجيع عام. إنه يتكلم عن تأديب مؤلم وقداسة ملحّة ونار آكلة.

أسئلة لهذا الفصل

  • لماذا يؤسس عبرانيين 12 الثبات على النظر إلى يسوع لا على قوة الذات؟
  • كيف يعيد الأصحاح تفسير الألم كتأديب بنوي لا كهجر؟
  • ماذا تكشف المقابلة بين سيناء وصهيون عن العبادة وقبول الملكوت؟

Study with context

Use this as a chapter guide, then press deeper into the text itself. The goal is to slow down observation, notice structure, and ask better questions before jumping to conclusions.

1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, 2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὅς, ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ ἐκάθισεν. 3 Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. 4 Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· 5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος· 6 ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 7 Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; 8 Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί. 9 Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτάς, καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων, καὶ ζήσομεν; 10 Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον· ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. 11 Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι᾿ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. 12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· 13 καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. 14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· 15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης μιανθῶσι πολλοί· 16 μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. 17 Ἴστε γὰρ ὅτι καὶ μετέπειτα, θέλων κληρονομῆσαι τὴν εὐλογίαν, ἀπεδοκιμάσθη· μετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. 18 Οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει, καὶ κεκαυμένῳ πυρί, καὶ γνόφῳ, καὶ σκότῳ, καὶ θυέλλῃ, 19 καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον· 20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται· 21 καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωσῆς εἶπεν, Ἔκφοβός εἰμι καὶ ἔντρομος. 22 Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, 23 πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, καὶ κριτῇ Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, 24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρείττονα λαλοῦντι παρὰ τὸν Ἄβελ. 25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον, τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ᾿ οὐρανῶν ἀποστρεφόμενοι· 26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται, λέγων, Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. 27 Τὸ δέ, Ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. 28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχωμεν χάριν, δι᾿ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας· 29 καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.

حوّل القراءة إلى دراسة حقيقية

سجّل لحفظ الآيات وتدوين الملاحظات والدراسة بأدوات الذكاء الاصطناعي.

ملاحظات الكتاب المقدس الدراسي لهذا الإصحاح ملاحظات عدد بعدد وتفسير مباشر مرتبط بهذا الإصحاح.
الكتاب المقدس الدراسي

ملاحظات عدد بعدد

الأعداد 12:5-11 Standard

تأديب الآب يوجع لكنه لا يهجر

فتح

لا يسمي عبرانيين 12 محبةً ذلك الذي يترك الابن بلا تقويم. فالألم هنا يُفسَّر كعلامة بنوّة لا كبرهان رفض.

مقاطع رئيسية
خلفية ورؤى لغوية تفاصيل اللغة الأصلية والخلفية الثقافية ولماذا تغير قراءة هذا الإصحاح.
عمق

رؤى اللغة الأصلية

عبرانيين 12:11 · Greek انتقل إلى النص

gymnazō (gymnazo)

حرفية: يدرّب / يمرّن

المصطلح يتكلم عن تشكيل صارم ومستمر لا عن تصحيح عابر وخفيف.

هذا يجعل عبرانيين 12 أكثر واقعية في عرض التأديب كعمل تكويني من الآب.

الخلفية

السياق الثقافي

عبرانيين 12 · شرف العائلة والتأديب وجماعة العهد انتقل إلى النص

في العالم الكتابي لم يكن تأديب الأب يُفهم كرفض، بل كمسؤولية نحو الابن واسم البيت. وعبرانيين 12 يتكلم داخل هذا المنطق الخاص بالتشكيل والانتماء.

يسمع القارئ الحديث التأديب غالبًا كقسوة فقط ويفقد الصلة بين التقويم والبنوة والقداسة.

هذا يجعل عبرانيين 12 يُقرأ كفصل عن الانتماء والتشكيل لا عن الترك الإلهي.

اختر خطوتك التالية بعد هذا الإصحاح استمر في القراءة أو اختر خطة أو استمر في الدراسة مع AI.
تابع المواضيع التي يفتحها هذا الإصحاح مراكز مواضيع ذات صلة للأسئلة الأكبر التي قد يكون فتحها هذا الإصحاح.